Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.230 Joseph. AJ 9.235 (English) >>Joseph. AJ 9.240

9.233τὸ δὲ κεφάλαιον τοῦτο συνήνεγκε τὸ πλῆθος Μαναήμῳ πραχθὲν κατὰ κεφαλὴν δραχμὰς πεντήκοντα. τελευτήσας δὲ μετὰ ταῦτα κηδεύεται μὲν ἐν Σαμαρείᾳ, καταλείπει δὲ τῆς βασιλείας τὸν υἱὸν Φακέαν διάδοχον, ὃς τῇ τοῦ πατρὸς κατακολουθήσας ὠμότητι δυσὶν ἔτεσι μόνοις ἦρξεν. 9.234ἔπειτα δολοφονηθεὶς ἐν συμποσίῳ μετὰ φίλων ἀπέθανε Φακέου τινός, ὃς ἦν χιλίαρχος, ἐπιβουλεύσαντος αὐτῷ, παιδὸς δὲ Ῥομελία. κατασχὼν δὲ καὶ οὗτος Φακέας τὴν ἀρχὴν ἔτεσιν εἴκοσιν ἀσεβής τε ἦν καὶ παράνομος. 9.235 δὲ τῶν Ἀσσυρίων βασιλεὺς Θαγλαθφαλλάσαρ τοὔνομα ἐπιστρατευσάμενος τοῖς Ἰσραηλίταις καὶ τήν τε Γαλαδηνὴν ἅπασαν καταστρεψάμενος καὶ τὴν πέραν τοῦ Ἰορδάνου χώραν καὶ τὴν πρὸς αὐτῇ τὴν Γαλιλαίαν καλουμένην καὶ Κύδισσα καὶ Ἄσωρα τοὺς οἰκήτορας αἰχμαλωτίσας μετέστησεν εἰς τὴν αὑτοῦ βασιλείαν. καὶ τὰ μὲν περὶ τοῦ Ἀσσυρίων βασιλέως ἐν τούτοις ἡμῖν δεδηλώσθω. 9.236

Ἰωσᾶς δὲ Ὀζία παῖς ἐβασίλευσε τῆς Ἰούδα φυλῆς ἐν Ἱεροσολύμοις ἐκ μητρὸς μὲν ἀστῆς γεγονὼς καλουμένης δὲ Ἰεράσης. οὗτος βασιλεὺς οὐδεμιᾶς ἀρετῆς ἀπελείπετο, ἀλλʼ εὐσεβὴς μὲν τὰ πρὸς τὸν θεόν, δίκαιος δὲ τὰ πρὸς ἀνθρώπους ὑπῆρχεν, ἐπιμελὴς δὲ τῶν κατὰ πόλιν· 9.237ὅσα γὰρ ἐπισκευῆς ἐδεῖτο καὶ κόσμου ταῦτα φιλοτίμως ἐξειργάσατο, στοὰς μὲν τὰς ἐν τῷ ναῷ ἱδρύσας καὶ προπύλαια, τὰ δὲ καταπεπτωκότα τῶν τειχῶν ἀνέστησε πύργους παμμεγέθεις καὶ δυσαλώτους οἰκοδομήσας, καὶ τῶν ἄλλων εἴ τι κατὰ τὴν βασιλείαν ἠμέλητο πολλὴν ἐπιστροφὴν ἐποιεῖτο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.230 Joseph. AJ 9.235 (English) >>Joseph. AJ 9.240

Powered by PhiloLogic